ΔΙΑΔΙΚΤΥΑΚΟΣ ΤΟΠΟΣ ΙΕΡΟΥ ΝΑΟΥ ΚΟΙΜΗΣΕΩΣ ΘΕΟΤΟΚΟΥ ΠΑΛΑΤΙΑΝΗΣ ΙΛΙΟΥ               Μη μετανιώνεις γι΄ αυτά που έδωσες. Άσε τους άλλους να μετανιώνουν που δεν τα εκτίμησαν!               Αύριο είναι Κυριακή.               
ΑΝΑΣΤΑΣΙΜΟ ΑΠΟΔΕΙΠΝΟ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ ΕΒΔΟΜΑΔΟΣ (ΕΝΑΡΚΤΗΡΙΟΣ ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΠΑΣΧΑ)
ΑΝΑΣΤΑΣΙΜΟ ΑΠΟΔΕΙΠΝΟ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ ΕΒΔΟΜΑΔΟΣ (ΕΝΑΡΚΤΗΡΙΟΣ ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΠΑΣΧΑ)

᾽Από τῆς Κυριακής τοῦ Πάσχα μέχρι τοῦ Σαββάτου τῆς Διακαινησίμου, ὡς καὶ τῇ ἡμέρᾳ τῆς ᾽Αποδόσεως, ἀντὶ τῶν ῾Ωρῶν, τοῦ ᾽Αποδείπνου καὶ τοῦ Μεσονυκτικοῦ, ἀναγινώσκεται ἡ διατεταγμένη Ἐναρκτήριος ᾽Ακολουθία.

῾Η ᾽Ακολουθία αὕτη ἐπαναλαμβάνεται τρίς, ὡς ἔχει, καὶ μετὰ μικρὰ ᾽Απόλυσις, ἐπισφραγιζομένη διά τοῦ «Χριστός ἀνέστη...».

Video ...

ΕΝΑΡΚΤΗΡΙΟΣ ΑΚΟΛΟΥΘΙΑ

 

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι ζωήν χαρισάμενος. (τρίς)

᾽Ανάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν ῞Αγιον Κύριον ᾽Ιησοῦν, τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου ᾽Ανάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεός ἡμῶν, ἐκτὸς σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά Σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν ᾽Ανάστασιν· ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διαπαντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν ᾽Ανάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι' ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν. (τρίς)

Προλαβοῦσαι τὸν ὄρθρον αἱ περὶ Μαριάμ, καὶ εὑροῦσαι τὸν λίθον ἀποκυλισθέντα τοῦ μνήματος, ἤκουον ἐκ τοῦ ᾽Αγγέλου· τὸν ἐν φωτὶ ἀϊδίῳ ὑπάρχοντα, μετὰ νεκρῶν τὶ ζητεῖτε ὡς ἄνθρωπον; βλέπετε τὰ ἐντάφια σπάργανα· δράμετε καὶ τῷ κόσμῳ κηρύξατε, ὡς ἠγέρθη ὁ Κύριος, θανατώσας τὸν θάνατον· ὅτι ὑπάρχει Θεοῦ Υἱός, τοῦ σῴζοντος τὸ γένος τῶν ἀνθρώπων.

Εἰ καὶ ἐν τάφῳ κατῆλθες, ἀθάνατε, ἀλλὰ τοῦ ῞ᾼδου καθεῖλες τὴν δύναμιν· καὶ ἀνέστης ὡς νικητής, Χριστέ ὁ Θεός, γυναιξὶ Μυροφόροις φθεγξάμενος, Χαίρετε· καὶ τοῖς σοῖς ᾽Αποστόλοις εἰρήνην δωρούμενος, ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.

᾽Εν τάφῳ σωματικῶς, ἐν ῞Αδου δὲ μετὰ ψυχῆς ὡς Θεός, ἐν Παραδείσῳ δὲ μετὰ λῃστοῦ, καὶ ἐν θρόνῳ ὑπῆρχες, Χριστέ, μετὰ Πατρὸς καὶ Πνεύματος, πάντα πληρῶν ὁ ἀπερίγραπτος.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.

῾Ως ζωηφόρος, ὡς Παραδείσου ὡραιότερος, ὄντως καὶ παστάδος πάσης βασιλικῆς, ἀναδέδεικται λαμπρότερος, Χριστέ, ὁ τάφος σου, ἡ πηγὴ τῆς ἡμῶν ἀναστάσεως.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Τὸ τοῦ ῾Υψίστου ἡγιασμένον θεῖον σκήνωμα, χαῖρε· διὰ σοῦ γὰρ δέδοται ἡ χαρά, Θεοτόκε, τοῖς κραυγάζουσιν· Εὐλογημένη σὺ ἐν γυναιξὶν ὑπάρχεις, πανάμωμε Δέσποινα.

«Κύριε, ἐλέησον» (μ´).

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Χριστὸς ἀνέστη... (γ΄)

Ἀναστὰς ὁ Ἰησοῦς... (γ΄)

Δόξα... Καὶ νῦν...

Κύριε ἐλέησον  (γ')  Εὐλόγησον.

(Ὁ ἱερεὺς τὴν Ἀπόλυσιν)

Ὁ ἀναστὰς ἐκ νεκρῶν... (ἐπισφραγίζων διά τοῦ «Χριστός ἀνέστη...»).

Εἰς τὸ Ἀπόδειπνον, πρὸ τῆς ἀπολύσεως, λέγεται ὑπὸ τοῦ ἱερέως καὶ ἡ Εὐχὴ τοῦ Μεγ. Βασιλείου

 

Εὐλογητός εἶ, Δέσποτα παντοκράτορ, ὁ φωτίσας τὴν ἡμέραν τῷ φωτὶ τῷ ἡλιακῷ καὶ τὴν νύκτα φαιδρύνας ταῖς αὐγαίς τοῦ πυρός· ὁ τὸ μήκος τῆς ἡμέρας διελθεῖν ημᾶς καταξιώσας καὶ προσεγγίσαι ταῖς ἀρχαίς τῆς νυκτός. Ἐπάκουσον τῆς δεήσεως ἡμῶν καὶ παντός τοῦ λαοῦ σου· καὶ πάσιν ἡμῖν συγχωρήσας τὰ ἑκούσια καὶ τὰ ἀκούσια ἀμαρτήματα, πρόσδεξαι τὰς ἑσπερινὰς ἡμῶν ἱκεσίας καὶ κατάπεμψον τὸ πλήθος τοῦ ἐλέους καὶ τῶν οἰκτιρμών σου ἐπὶ τὴν κληρονομίαν σου. Τείχισον ἡμᾶς ἁγίοις ἀγγέλοις σου. Ὅπλισον ἡμᾶς ὅπλοις δικαιοσύνης σου. Περιχαράκωσον ἡμᾶς τῇ ἀληθείᾳ σου. Φρούρησον ἡμᾶς τῇ δυνάμει σου. Ρύσαι ἡμᾶς ἐκ πάσης περιστάσεως καὶ πάσης ἐπιβουλῆς τοῦ ἀντικειμένου. Παράσχου δὲ ἡμῖν καὶ τὴν παρούσαν ἑσπέραν, σὺν τῇ ἐπερχομένη νυκτί, τελείαν, ἁγίαν, εἰρηνικήν, ἀναμάρτητον, ἀσκανδάλιστον, ἀφάνταστον, καὶ πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν· πρεσβείαις τῆς ἁγίας Θεοτόκου καὶ πάντων τῶν ἁγίων τῶν ἀπ' αἰώνός σοι εὐαρεστησάντων· Ἀμήν.

Χριστός ἀνέστη... (γ΄) ἀπόλυσις.