ΔΙΑΔΙΚΤΥΑΚΟΣ ΤΟΠΟΣ ΙΕΡΟΥ ΝΑΟΥ ΚΟΙΜΗΣΕΩΣ ΘΕΟΤΟΚΟΥ ΠΑΛΑΤΙΑΝΗΣ ΙΛΙΟΥ               
ΜΑΡΤΙΟΣ 25. ΕΥΑΓΓΕΛΙΣΜΟΣ ΘΕΟΤΟΚΟΥ ΟΜΙΛΙΑ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ
ΜΑΡΤΙΟΣ 25. ΕΥΑΓΓΕΛΙΣΜΟΣ ΘΕΟΤΟΚΟΥ ΟΜΙΛΙΑ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ
 
 Πάλιν χαρᾶς Εὐαγγέλια, πάλιν ἐλευθερίας μηνύματα, πάλιν ἀνάκλησις, πάλιν ἐπάνοδος, πάλιν εὐφροσύνης φωνή, πάλιν δουλείας ἀπαλλαγή. Ἄγγελος μετὰ Παρθένου λαλεῖ, ἐπειδὴ γυναικὶ ὡμίλησεν ὁ ὄφις. Μηνὶ τῷ ἕκτῳ, φησίν, ἀπεστάλη ὁ Ἀρχάγγελος Γαβριὴλ ὑπὸ τοῦ Θεοῦ πρὸς Παρθένον μεμνηστευμένην ἀνδρί.

Ἀπεστάλη Γαβριὴλ τὴν παγκόσμιον μηνῦσαι σωτηρίαν.

Ἀπεστάλη Γαβριήλ, φέρων τῷ Ἀδὰμ ὑπογραφὴν ἀνακλήσεως.

Ἀπεστάλη Γαβριὴλ πρὸς Παρθένον, ἵνα τὴν ἀτιμίαν τοῦ θήλεος εἰς τιμὴν μεταβάλῃ.

Ἀπεστάλη Γαβριὴλ ἄξιον προευτρεπίσαι τῷ καθαρῷ Νυμφίῳ τὸν θάλαμον.

Ἀπεστάλη Γαβριὴλ νυμφεύσασθαι τὸ πλάσμα τῷ Πλάσαντι.

Ἀπεστάλη Γαβριὴλ πρὸς τὸ ἔμψυχον Παλάτιον τοῦ Βασιλέως τῶν Ἀγγέλων.

Ἀπεστάλη Γαβριὴλ πρὸς Παρθένον μεμνηστευμένην μὲν τῷ Ἰωσήφ, τηρουμένην δὲ τῷ Ἰησοῦ.

Ἀπεστάλη δοῦλος ἀσώματος πρὸς Παρθένον ἀμόλυντον.

Ἀπεστάλη ὁ ἁμαρτίας ἐλεύθερος πρὸς τὴν φθορᾶς ἀνεπίδεκτον.

Ἀπεστάλη λύχνος μηνῦσαι τὸν Ἥλιον τῆς Δικαιοσύνης.

Ἀπεστάλη ὄρθρος προτρέχων τοῦ φωτὸς τῆς ἡμέρας.

Ἀπεστάλη Γαβριὴλ τὸν ἐν κόλποις τοῦ Πατρὸς καὶ ἐν ἀγκάλαις τῆς Μητρός.

Ἀπεστάλη Γαβριὴλ δεικνὺς τὸν ἐν θρόνῳ καὶ ἐν σπηλαίῳ.

Ἀπεστάλη στρατιώτης δηλῶν τὸ τοῦ Βασιλέως μυστήριον.

Μυστήριον γνωριζόμενον πίστει, οὐχ ἑρμηνευόμενον πολυπραγμοσύνῃ.

Μυστήριον προσκυνούμενον, οὐ ζυγοστατούμενον.

Μυστήριον θεολογούμενον, οὐκ ἐρευνώμενον.

Μυστήριον ὁμολογούμενον, οὐ μετρούμενον.

Τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη Γαβριὴλ πρὸς Παρθένον. Ποῖον ἕκτον μῆνα λέγει, ποῖον; Ἀφ’ οὗ ἐδέξατο Ἐλιστάβετ τὰ εὐαγγέλια, ἀφ’ οὗ τὸν Ἰωάννην συνέλαβε. Πόθεν τοῦτο δῆλον· ἑρμηνευέτω αὐτὸς ὁ Ἀρχάγγελος πρὸς τὴν Παρθένον λέγων: Ἰδού φησιν Ἐλισάβετ ἡ συγγενής σου, καὶ αὐτὴ συνειληφυῖα υἱόν· καὶ οὗτος μὴν ἕκτος ἐστὶν αὐτῇ τῇ καλουμένῃ στείρᾳ.

Τῷ μηνὶ τῷ ἕκτῳ. Ἕκτος μὴν τῆς συλλήψεως τοῦ Ἰωάννου· ἔδει γὰρ προφθάσαι τὸν στρατιώτην· ἔδει προλαβεῖν τὸν δορυφόρον· ἔδει προοδοποιῆσαι τὸν μηνυτὴν τῆς Δεσποτικῆς παρουσίας τὴν εἴσοδον.

Τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ πρὸς Παρθένον μεμνηστευμένην μέν, τηρουμένην δέ. Διατὶ μεμνηστευμένην; ἵνα μὴ τάχιον μάθῃ ὁ ληστὴς τὸ μυστήριον. Ὅτι μὲν γὰρ διὰ Παρθένου ἥξει ὁ Βασιλεὺς τοῦ παντός, ᾔδει ὁ πονηρός (τῶν γὰρ Ἡσαΐου καὶ αὐτὸς ἠκούσσατο φωνῶν, τῶν: Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται Υἱόν), καὶ ἕκαστα εἰκότως παρετήρει τῆς Παρθένου τὰ προφθέγματα, ἵνα ὅπου νοήσῃ ὅτι πληροῦται τὸ μυστήριον τοῦτο, ἐξαρτήσῃ τὸν ψόγον. Διὰ τοῦτο ὁ Δεσπότης διὰ μεμνηστευμένης ἐλήλυθεν· ἡ γὰρ μνηστευθεῖσα λοιπὸν κατηγγυᾶτο.

Τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ πρὸς Παρθένον μεμνηστευμένην ἀνδρί, ᾧ ὄνομα Ἰωσήφ. Ἄκουσον τὶ περὶ τοῦ ἀνδρὸς τούτου καὶ τῆς Παρθένου ὁ Προφήτης φησίν: Δοθήσεται τὸ ἐσφραγισμένον βιβλίον ἀνδρὶ εἰδότι γράμματα. Τί τὸ ἐσφραγισμένον βιβλίον, ἢ πάντως ἡ ἀμόλυντος Παρθένος; Παρὰ τίνων δοθήσεται; Παρὰ τῶν ἱερέων δηλονότι. Τίνι τούτῳ; Τῷ τέκτονι Ἰωσήφ. Αὐτὸς γὰρ ὁ Ἰωσήφ, ἀδελφοί, σεμνοῖς γάμοις προσομιλήσας πρότερον, καὶ γεννήσας υἱούς, ἀπεβάλετο τὴν γαμετήν, καὶ τὸ λοιπὸν διῆγεν ἐν σωφροσύνῃ, ἐκτρέφων τοὺς παῖδας ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου. Ἀμέλει γοῦν παρελθὼν εἰς τὸ κήρυγμα ὁ Ἀπόστολος Παῦλος καὶ ἕνα τῶν τούτου εὑρηκὼς υἱῶν, γράφει λέγων. Ἕτερον δὲ τῶν Ἀποστόλων οὐκ εἶδον, εἰμὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ Κυρίου, οὐχ ὡς ἐκ τῆς Παρθένου Μαρίας, ἀλλ’ ἐκ τοῦ Ἰωσὴφ γεννηθέντα. Ἐπεὶ οὖν οἱ ἱερεῖς ὡς σώφρονι τῷ Ἰωσὴφ ἡρμόσαντο τὴν Παρθένον, καὶ παρέθεντο αὐτῷ γάμου καιρὸν ἀναμένοντες, ἔμελλε δὲ οὗτος λαμβάνων τηρεῖν ἐν ἀφθαρσίᾳ τὴν Παρθένον, τοῦτο πόῤῥωθεν ὁ προφήτης προανεφώνησε: Δοθήσεταί φησι τὸ βιβλίον τοῦτο τὸ ἐσφραγισμένον ἀνδρὶ εἰδότι γράμματα, τουτέστι γάμοις προσομιλήσαντι, καὶ ἐρεῖ, οὐ δύναμαι ἀναγνῶναι. Διὰ τί οὐ δύνασαι Ἰωσήφ; Οὐ δύναμαί φησιν ἀναγνῶναι· τὸ γὰρ βιβλίον ἐσφράγισται, τίνι τηρούμενον; Τῶ Δημιουργῷ τῶν ὅλων κατοικητήριον φυλαττόμενον.

Ἀλλ’ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν.

Τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη Γαβριὴλ πρὸς Παρθένον ἁγνήν, πάντως που τοιαύτας ἐντολὰς δεξάμενος. Δεῦρο φησίν, ὦ Ἀρχάγγελε, ὑπουργὸς γενοῦ φοβεροῦ μυστηρίου, ἀποκεκρυμμένῳ διακόνησον θαύματι. Εἰς ἀναζήτησιν τοῦ πλανηθέντος Ἀδὰμ κατελθεῖν ὑπὸ τῶν ἐμῶν οἰκτιρμῶν ἐπείγομαι. Ἁμαρτία τὸν κατ’ εἰκόνα τὴν ἐμὴν πλασθέντα ἐπαλαίωσεν, τὸ τῶν ἐμῶν χειρῶν ἐσάθρωσεν δημιούργημα, ἠμαύρψσεν ὅπερ ἔπλασα κάλλος. Ὁ λύκος τὸ ἐμὸν θρέμμα κατανέμεται· ἔρημός ἐσττιν ὁ παράδεισος τοῦ οἰκήτορος· το ξύλον τῆς ζωῆς ὑπὸ τῆς φλογίνης ῥομγαίας φυλάττεται, καὶ κέκλεισται τῆς τρυφῆς τὸ χωρίον. Ἐλεῶ τὸν πολεμηθέντα, καὶ συλλαβέσθαι καὶ χειρώσασθαι τὸν πολέμιον βούλομαι. Λαθεῖν θέλω πάσας τὰς ἐν οὐρανῷ Δυνάμεις, σοὶ μόνῳ θαῤῥῶ τὸ μυστήριον. Πρὸς τὴν Παρθένον Μαρίαν πορεύθητι· ἄπελθε πρὸς τὴν ἔμψυχον πόλιν, περὶ ἧς ὁ προφήτης ἔλεγε: Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ ἡ πόλις τοῦ Θεοῦ. Ἄπελθε πρὸς τὸν λογικόν μου παράδεισον· ἄπελθε πρὸς τὴν τῆς Ἀνατολῆς πύλην· ἄπελθε πρὸς τὸ ἄξιον ἐμοῦ τοῦ λόγου κατοικητήριον· ἄπελθε πρὸς τὸν δεύτερον ἐπὶ γῆς οὐρανόν· ἄπελθε πρὸς τὴν κούφην νεφέλην, μήνυσον αὐτῇ τῆς ἐμῆς παρουσίας τὸν ὄμβρον· ἄπελθε πρὸς τὸ ἐμὸν ἡτοιμασμένον ἁγίασμα· ἄπελθε πρὸς τὴν παστάδα τῆς ἐνανθρωπήσεώς μου· ἄπελθε πρὸς τὸν καθαρὸν νυμφῶνα τῆς κατὰ σάρκα γεννήσεώς μου· λάλησον εἰς τὰ ὦτα τῆς ἐμῆς λογικῆς κιβωτοῦ· ἑτοίμασαί μοι τῆς ἀκοῆς τὰς εἰσόδους, ἀλλὰ μὴ θορυβήσης, μηδὲ ταράξῃς τὴν ψυχὴν τῆς Παρθένου· ἐπιεικῶς τῷ ἁγιάσματατι φάνηθι· πρώτην φωνὴν αὐτῇ χαρᾶς ἀναβόησον: ὺ εἰπὲ τῇ Μαριὰμ τό· Χαῖρε Κεχαριτωμένη, ἵνα ἐγὼ ἐλεήσω Εὔαν τὴν κεκακωμένην.

Ἤκουσεν ὁ Ἄγγελος ταῦτα, καὶ καθ’ ἑαυτὸν ὡς εἰκὸς ἐλογίζετο. Ξένον τὸ πρᾶγμα, ὑπερβαῖνον ἔννοιαν τὸ λαλούμενον· ὁ τοῖς Χερουβὶμ φοβερός, ὁ τοῖς Σεραφὶμ ἀθεώρητος, ὁ πάσαις ταῖς ἀγγελικαῖς Δυνάμεσιν ἀκατανόητος, ἡλικὴν συντυχίαν ἐπαγάλλεται τῇ Κόρῃ, αὐτοπρόσωπον παρουσίαν μηνύει, μᾶλλον δὲ εἴσοδον δι’ ἀκοῆς ὑπισχνεῖται αὐτῇ· καὶ ὁ τὴν Εὔαν καταδικάσας, τὴν ταύτης θυγατέρα δοξάζειν τοσοῦτον ἐπείγεται, καὶ λέγει, ἑτοίμασαί μοι τῆς ἀκοῆς τὰς εἰσόδους. Καὶ δύναται γαστὴρ χωρεῖν τὸν Ἀχώρητον; ὄντως φοβερὸν τὸ μυστήριον.

Τοιαῦτα τοῦ ἀγγέλου ἐνθυμουμένου, ὁ Δεσπότης φησὶ πρὸς αὐτόν: Τί ταράττῃ καὶ ξενίζῃ ὦ Γαβριήλ· οὐ πρώην παρ’ ἐμοῦ ἀπεστάλης πρὸς Ζαχαρίαν τὸν ἱερέα; Οὐκ ἔδωκας αὐτῷ τῆς γεννήσεως Ἰωάννου τὰ εὐαγγέλια; Οὐκ ἀπιστοῦντι τῷ ἱερεῖ, τὸ τῆς σιωπῆς ἐπήγαγες πρόστιμον; Οὐ κατεδίκασας τὸν πρεσβύτην τῇ ἀφωνίᾳ; Οὐχὶ σὺ ἀπεφήνω, ἐγὼ δὲ ἐκύρωσα; Οὐ τῷ εὐαγγελισμῷ σου τὸ ἔργον ἐπηκολούθησεν; Οὐ συνέλαβεν ἡ στεῖρα; Οὐχ ὑπήκουσε ἡ μήτρα; Οὐκ ἀνεχώρησε τῆς ἀκαρπίας ἡ νόσος; Οὐκ ἔφυγεν ἡ ἀργία τῆς φύσεως; Οὐ νῦν ἐστι σταχυοφοροῦσα ἡ πρότερον μὴ καρποφοροῦσα; Μὴ ἀδυνατεῖ παρ’ ἐμοὶ τῷ Κτίσαντι πάντα ῥήματι; Πῶς οὖν ἀμφιβολίᾳ περιεβλήθης;

Τί οὖν, πάλιν ὁ ἄγγελος, Δέσποτα; Τὸ θεραπεῦσαι τὰ τῆς φύσεως σφάλματα, τὸ διαλῦσαι τῶν παθῶν τὸν χειμῶνα, τὸ νέκρωσιν μελῶν πρὸς ζωτικὴν ἀνακαλέσασθαι δύναμιν, τὸ ἐπιτάξαι τῇ φύσει παιδοποιΐας ἐνέργειαν, τὸ λῦσαι στείρωσιν ἐν ὑπερορίοις τοῖς μέλεσι, τὸν γεγηρακυῖαν καλάμην μετασχηματίσαι πρὸς χλοηφόρον σχῆμα, τὸ τὴν ἄγονον ἄρουραν δραγμάτων ἐξαίφνης ἀναδεῖξαι Μαρίαν, ἔργον τῆς σῆς ὑπάρχει δυνάμεως ἐκ συνηθείας τελοῦμενον. Καὶ μαρτυρεῖ Σάῤῥα, καὶ μετὰ ταύτην Ῥεβέκκα, καὶ πάλιν ἡ Ἄννα, τῷ χαλεπῷ τῆς στειρώσεως δουλεύσασαι πάθει, εἶτα παρὰ σοῦ τὴν ἐλευθερίαν δεξάμεναι. Τὸ δὲ παρθένον τεκεῖν, μὴ συντυχοῦσαν ἀνδρί, ἀνώτερόν ἐστι τῶν νόμων τῆς φύσεως. Ἀλλὰ καὶ τὴν σὴν ἐπαγγέλῃ τῇ Κόρῃ παρουσίαν. Οὐρανοῦ καὶ γῆς οὐ χωρεῖ σε τὰ πέρατα, καὶ πῶς σε μήτρα χωρήσει παρθενική;

Καὶ ὁ Δεσπότης φησί: Πῶς μὲ ἐχώρησεν ἡ σκηνὴ τοῦ Ἀβραάμ.

Ὁ ἄγγελος φησίν: Ἐπειδὴ εἶχε τῆς φιλοξενίας τὸ πέλαγος. Εἶτα νόμισον Δέσποτα· ἐκεῖ ὤφθης τῷ Πατριάρχῃ ἐν τῇ παροδίῳ σκηνῇ, καὶ παρέδραμες ὁ τὰ πάντα πληρῶν, ἔνθα δὲ πῶς οἴσει ἡ Μαρία τὸ πῦρ τῆς Θεότητος; Ὁ Θρόνος σου φλέγεται τῇ αἴγλῃ περιλαμπόμενος, καὶ σὲ δυνήσεται φέρειν ἀκαταπλήκτως ἡ Παρθένος;

Καὶ ὁ Κύριος πρὸς τὸν ἄγγελον φησίν: Εἰ ἔβλαψε τὸ ῦρ ἐν ἐρήμῳ τὴν βάτον, βλάψει πάντως καὶ Μαρίαν ἡ ἐμὴ παρουσία, εἰ δὲ ἐκεῖνο τὸ πῦρ τὸ σκιαγραφῆσαν τὴν τοῦ θεϊκοῦ πυρὸς ἐξ οὐρανοῦ παρουσίαν ἤρδευσε μὲν τὴν βάτον, οὐ κατέφλεξε δέ, τὶ ἀν εἴποις περὶ τῆς ἀληθείας, οὐκ ἐν φλογὶ πυρός, ἀλλ’ ἐν σχήματι ὑετοῦ καταβαινούσης.

Τότε λοιπὸν ὁ ἄγγελος ἐξεπλήρου τὸ προσταχθὲν αὐτῷ, καὶ πρὸς τὴν Παρθένον πορευθείς, καὶ εἰσελθών, πρὸς αὐτὴν ἐβόησε, λέγων: Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ· οὐκέτι ὁ διάβολος κατὰ σοῦ. Ὅπου γὰρ τὸ πρότερον ἔτρωσεν ὁ πολέμιος, ἐκεῖ πρῶτον ὁ Ἰατρὸς τὴν ἔμπλαστρον ἐπιτίθησιν. Ὅθεν τὴν ἀρχὴν τῆς ἐξόδου ὁ θάνατος ἔσχεν, ἐκεῖθεν ἡ ζωὴ τὴν εἴσοδον τῆς ζωῆς ἐτεκτηνάτο. Διὰ γυναικὸς ἐῤῥύη τὰ φαῦλα, διὰ γυναικὸς πηγάζει τὰ κρείττονα. Χαῖρε Κεχαριτωμένη· μὴ αἰσχύνου ὡς αἰτία καταδίκης· Μήτηρ γὰρ τοῦ καταδικάσοντος χάριτι γίνῃ. Χαῖρε Κεχαριτωμένη. Χαῖρε τοῦ χηρεύσαντος κόσμου Νυμφοτόκε ἀμίαντε. Χαῖρε Κεχαριτωμένη, ἡ ἐν μήτρᾳ τὸν τῆς μητρὸς βυθίσαντα θάνατον. Χαῖρε ὁ ἔμψυχος Ναὸς τοῦ Θεοῦ. Χαῖρε οὐρανοῦ καὶ γῆς ἰσόῤῥοπον οἴκημα. Χαῖρε τῆς ἀχωρήτου φύσεως χωρίον εὐρύχωρον. Ἀλλὰ τούτων οὕτως ἐχόντων, ἐπέστη τοῖς ἀσθενοῦσιν ὁ Ἰατρός· τοῖς ἐν σκότει καθημένοις ὁ τῆς Δικαιοσύνης Ἥλιος ἐπεφάνη· τοῖς χειμαζομένοις ἡ ἄγκυρα καὶ ὁ ἀχείμαστος λιμήν· τοῖς ἀδιάλλακτα μισουμένοις δούλοις ὁ Πρέσβυς ἐτέχθη καὶ εἰρήνης ὁ σύνδεσμος· τοῖς αἰχμαλώτοις ὁ λυτρωτὴς ἐπεδήμησε· τοῖς πολεμουμένοις ἡ κραταιὰ τῆς ἀνεκλαλήτου χαρᾶς καὶ ἀγάπης σκέπη. Αὐτὸς γάρ ἔστιν ἡ εἰρήνη ἡμῶν, ὥς φησιν ὁ θεῖος Ἀπόστολος, ἧς γένοιτο διαπαντὸς ἀπολαύειν ἡμᾶς χάριτι αὐτοῦ τοῦ Χριστοῦ καὶ Θεοῦ ἡμῶν. ᾯ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.